Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.143 Dem. 24.147 (English) >>Dem. 24.150

24.146ὡς δὲ σαφῶς γνώσεσθʼ ὅτι ἀληθῆ λέγω, ἐγὼ ὑμῖν ἐρῶ. οὔτε γὰρ ἄν, ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν τι χρὴ παθεῖν ἀποτεῖσαι (ἐν γὰρ τῷ παθεῖν καὶ δεσμὸς ἔνι· οὐκ ἂν οὖν ἐξῆν δεσμοῦ τιμῆσαι), οὔθʼ ὅσων ἔνδειξίς ἐστιν ἀπαγωγὴ προσεγέγραπτʼ ἂν ἐν τοῖς νόμοιςτὸν δʼ ἐνδειχθέντα ἀπαχθέντα δησάντων οἱ ἕνδεκα ἐν τῷ ξύλῳ,” εἴπερ μὴ ἐξῆν ἄλλους τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἐπὶ καταλύσει τοῦ δήμου συνιόντας τοὺς τὰ τέλη ὠνουμένους καὶ μὴ καταβάλλοντας δῆσαι. 24.147νῦν δὲ ταῦθʼ ὑμῖν τεκμήριʼ ἔστω ὅτι ἔξεστι δῆσαι· παντελῶς γὰρ ἤδη ἄκυρʼ ἂν ἦν τὰ τιμήματα. ἔπειτα δʼ, ἄνδρες δικασταί, τοῦτο τὸ γράμμα αὐτὸ μὲν καθʼ αὑτὸ οὐκ ἔστι νόμος, τὸοὐδὲ δήσω Ἀθηναίων οὐδένα,” ἐν δὲ τῷ ὅρκῳ τῷ βουλευτικῷ γέγραπται, ἵνα μὴ συνιστάμενοι οἱ ῥήτορες οἱ ἐν τῇ βουλῇ δεσμὸν κατά τινος τῶν πολιτῶν λέγοιεν. 24.148ἄκυρον οὖν τοῦ δῆσαι τὴν βουλὴν ποιῶν Σόλων τοῦτο πρὸς τὸν ὅρκον τὸν βουλευτικὸν προσέγραψεν, ἀλλʼ οὐ πρὸς τὸν ὑμέτερον· ἁπάντων γὰρ κυριώτατον ᾤετο δεῖν εἶναι τὸ δικαστήριον, καὶ τι γνοίη, τοῦτο πάσχειν τὸν ἁλόντα. ἀναγνώσεται δʼ ὑμῖν αὐτοῦ τούτου ἕνεκα τὸν τῶν ἡλιαστῶν ὅρκον. λέγε σύ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.143 Dem. 24.147 (English) >>Dem. 24.150

Powered by PhiloLogic